Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.74 Joseph. AJ 5.78 (English) >>Joseph. AJ 5.83

5.76

Καὶ Ἰησοῦς μὲν τούτους ποιησάμενος τοὺς λόγους συγκάταινον ἔσχε τὸ πλῆθος καὶ ἄνδρας τοὺς ἐκμετρησομένους τὴν χώραν αὐτῶν ἐξέπεμψε παραδοὺς αὐτοῖς τινας γεωμετρίας ἐπιστήμονας, οὓς τἀληθὲς οὐκ ἔμελλε λήσεσθαι διὰ τὴν τέχνην, ἐντολὰς δοὺς ἀποτιμήσασθαι τῆς τε εὐδαίμονος ἰδίᾳ τὸ μέτρον γῆς καὶ τῆς ἧσσον ἀγαθῆς. 5.77 γὰρ φύσις τῆς Χαναναίων γῆς τοιαύτη τίς ἐστιν, ὡς ἴδοι τις ἂν πεδία μεγάλα καὶ καρποὺς φέρειν ἱκανώτατα καὶ συγκρινόμενα μὲν ἑτέρᾳ γῇ πανευδαίμονα νομισθησόμενα, τοῖς δʼ Ἱεριχουντίων χωρίοις παραβαλλόμενα καὶ τοῖς Ἱεροσολυμιτῶν τὸ μηδὲν ἀναφανησόμενα· 5.78καίτοι παντελῶς ὀλίγην αὐτῶν εἶναι τὴν γῆν συμβέβηκε ταύτης δὲ ὀρεινὴν τὴν πολλήν, ἀλλʼ ὑπερβολὴν εἰς καρπῶν ἐκτροφήν τε καὶ κάλλος οὐκ ἀπολέλοιπεν ἑτέρᾳ. καὶ διὰ τοῦτο τιμητοὺς μᾶλλον μετρητοὺς τοὺς κλήρους εἶναι δεῖν ὑπέλαβε πολλάκις ἑνὸς πλέθρου κἂν χιλίων ἀνταξίου γενομένου. 5.79οἱ δὲ ἄνδρες οἱ πεμφθέντες, δέκα δὲ ἦσαν, περιοδεύσαντες καὶ τιμησάμενοι τὴν γῆν ἐν ἑβδόμῳ μηνὶ παρῆσαν πρὸς αὐτὸν εἰς Σιλοῦντα πόλιν, ἔνθα τὴν σκηνὴν ἑστάκεσαν. 5.80

Καὶ Ἰησοῦς Ἐλεάζαρόν τε καὶ τὴν γερουσίαν σὺν τοῖς φυλάρχοις παραλαβὼν νέμει ταῖς ἐννέα φυλαῖς καὶ τῶν Μανασσητῶν τοῖς ἡμίσεσι, κατὰ μέγεθος ἑκάστης τῶν φυλῶν τὴν μέτρησιν ποιησάμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.74 Joseph. AJ 5.78 (English) >>Joseph. AJ 5.83

Powered by PhiloLogic